Job 35

1Ὑπολαβὼν δὲ Ελιους λέγει 2Τί τοῦτο ἡγήσω ἐν κρίσει; σὺ τίς εἶ ὅτι εἶπας Δίκαιός εἰμι ἔναντι κυρίου; 3 ἐρεῖς Τί ποιήσω ἁμαρτών; 4ἐγὼ σοὶ δώσω ἀπόκρισιν καὶ τοῖς τρισὶν φίλοις σου. 5ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἰδέ, κατάμαθε δὲ νέφη ὡς ὑψηλὰ ἀπὸ σοῦ. 6εἰ ἥμαρτες, τί πράξεις; εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι; 7ἐπεὶ δὲ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ; τί ἐκ χειρός σου λήμψεται; 8ἀνδρὶ τῷ ὁμοίῳ σου, ἀσέβειά σου. καὶ υἱῷ ἀνθρώπου δικαιοσύνη σου 9ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται, βοήσονται ἀπὸ βραχίονος πολλῶν. 10καὶ οὐκ εἶπεν Ποῦ ἐστιν θεὸς ποιήσας με, κατατάσσων φυλακὰς νυκτερινάς, 11 διορίζων με ἀπὸ τετραπόδων γῆς, ἀπὸ δὲ πετεινῶν οὐρανοῦ; 12ἐκεῖ κεκράξονται, καὶ οὐ μὴ εἰσακούσῃ καὶ ἀπὸ ὕβρεως πονηρῶν. 13ἄτοπα γὰρ οὐ βούλεται κύριος ἰδεῖν· αὐτὸς γὰρ παντοκράτωρ ὁρατής ἐστιν 14τῶν συντελούντων τὰ ἄνομα καὶ σώσει με. κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αἰνέσαι αὐτόν, ὡς ἔστιν. 15καὶ νῦν, ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος, ὀργὴν αὐτοῦ καὶ οὐκ ἔγνω παραπτώματι σφόδρα· 16καὶ Ιωβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ, ἐν ἀγνωσίᾳ ῥήματα βαρυνει
Copyright information for LXX